# Ab excessu divi Marci 5.2.5-6

Herodian, Ab excessu divi Marci, 5.2.5 to 5.2.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/5.2.5

δοκούσης. ἅπερ ὁρῶντες οἱ στρατιῶται οὐ πάνυ τι ἀπεδέχοντο, ἀπηρέσκοντό τε αὐτοῦ τῷ βίῳ ὡς ἀνειμένῳ μᾶλλον ἢ κατ̓ ἄνδρα στρατιωτικόν: παραβάλλοντες δὲ τὴν μνήμην τῇ Ἀντωνίνου διαίτῃ ἐπιστρεφεῖ τε καὶ στρατιωτικῇ γενομένῃ, κατεγίνωσκον τῆς Μακρίνου πολυτελείας. ἔτι τε ἠγανάκτουν αὐτοὶ μὲν ὑπὸ σκηναῖς καὶ ἐν ἀλλοδαπῇ διαιτώμενοι, ἔσθ̓ ὅτε καὶ σπανίζοντες τῶν ἐπιτηδείων, ἔς τε τὰ ἑαυτῶν οὐκ ἐπανιόντες εἰρήνης εἶναι δοκούσης: ὁρῶντες δὲ τὸν Μακρῖνον ἐν χλιδῇ καὶ τρυφῇ διαιτώμενον, ἀφηνιάζοντες ἤδη πρὸς ἀλλήλους αὐτὸν κακῶς ἠγόρευον, προφάσεώς τε ὀλίγης λαβέσθαι εὔχοντο ἐς τὸ ἀποσκευάσασθαι τὸ λυποῦν.

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
