Ancient Greek
Book 5, Chapter 3
Herodian, Ab excessu divi Marci 5.3.2
Not analysed yet
ἐς ἃ ἐβούλοντο τῆς τύχης παρασχούσης. Μαῖσα ἦν τις ὄνομα, τὸ γένος Φοίνισσα, ἀπὸ Ἐμέσου καλουμένης οὕτω πόλεως ἐν Φοινίκῃ: ἀδελφὴ δὲ ἐγεγόνει Ἰουλίας τῆς Σἑ̣?ʼήρου μὲν γυναικὸς Ἀντωνίνου δὲ μητρός. παρὰ πάντα οὖν τὸν τῆς ἀδελφῆς βίον ἐν τῇ βασιλείῳ διέτριψεν αὐλῇ χρόνου πολυετοῦς, παῤ ὃν Σἑ̣?ʼῆρός τε καὶ Ἀντωνῖνος ἐβασίλευσαν. τὴν δὴ Μαῖσαν ταύτην ὁ Μακρῖνος, μετὰ τὴν τῆς ἀδελφῆς τελευτὴν Ἀντωνίνου δὲ ἀναίρεσιν, προσέταξεν ἐς τὴν πατρίδα ἐπανελθοῦσαν ἐν τοῖς οἰκείοις καταβιῶναι, πάντα ἔχουσαν τὰ ἑαυτῆς. πλείστων δὲ ἦν χρημάτων ἀνάπλεως ἅτε μακρῷ χρόνῳ βασιλικῇ ἐξουσίᾳ ἐντεθραμμένη.