Ancient Greek · ~3 min
5.4.5 to 5.4.7
Herodian, Ab excessu divi Marci 5.4.5-7
Not analysed yet
ὁ δὲ Μακρῖνος ὡς ταῦτα ἐπυνθάνετο, ἀθροίσας πάντα ὃν εἶχε στρατόν, ἐπῄει ὡς δὴ πολιορκήσων τοὺς ἐκείνῳ προσκεχωρηκότας. ὁ δὲ Ἀντωνῖνος, οὐκ ἀναμενόντων τῶν σὺν αὐτῷ στρατιωτῶν πολιορκηθῆναι, θαρρησάντων δὲ μετὰ πάσης προθυμίας ἐξελθεῖν τε καὶ ὑπαντώμενοι τῷ Μακρίνῳ ἐκ παρατάξεως ἀγωνίζεσθαι, ἐξάγει τὴν αὑτοῦ δύναμιν. συμμίξαντα δὲ ἀλλήλοις τὰ στρατόπεδα Φοινίκης τε καὶ Συρίας ἐν μεθορίοις, οἱ μὲν ὑπὲρ τοῦ Ἀντωνίνου προθύμως ἠγωνίζοντο, δεδιότες, εἰ ἡττηθεῖεν, τὴν ἐφ̓ οἷς ἔδρασαν τιμωρίαν ἀναδέξασθαι: οἱ δὲ σὺν τῷ Μακρίνῳ ῥᾳθυμότερον προσεφέροντο τῷ ἔργῳ, ἀποδιδράσκοντες καὶ μετιόντες πρὸς τὸν Ἀντωνῖνον. ἅπερ ὁρῶν ὁ Μακρῖνος, φοβηθείς τε μὴ παντάπασι γυμνωθεὶς τῆς δυνάμεως αἰχμάλωτός τε ληφθεὶς αἰσχίστως ὑβρισθείη, ἔτι τῆς μάχης συνεστώσης, ἑσπέρας ἤδη προσιούσης, ἀπορρίψας τὸ χλαμύδιον καὶ εἴ τι σχῆμα βασιλικὸν περιέκειτο, λαθὼν ἀποδιδράσκει σὺν ὀλίγοις ἑκατοντάρχαις, οὓς πιστοτάτους ᾤετο, τὸ γένειον ἀποκειράμενος, ὡς μὴ γνωρίζοιτο, ἐσθῆτά τε ὁδοιπορικὴν