Ancient Greek · ~2 min
5.4.9 to 5.4.10
Herodian, Ab excessu divi Marci 5.4.9-10
Not analysed yet
ὡς δὲ ἐπὶ πολὺ τὸν Μακρῖνον οὐκ ἔβλεπον οἱ ὑπὲρ αὐτοῦ μαχόμενοι οὐδὲ τὰ τῆς βασιλείας σύμβολα, διηπόρουν δὴ ποῦ ποτὲ ἄρα εἴη, πότερον ἐν τῷ πλήθει τῶν κειμένων ἢ ἀποδρὰς ᾤχετο, ἠγνόουν τε πῶς χρήσονται τῷ πράγματι: οὔτε γὰρ μάχεσθαι ἤθελον ὑπὲρ τοῦ μὴ παρόντος, παραδοῦναί τε αὑτοὺς ἐκδότους καὶ ὥσπερ αἰχμαλώτους ᾐδοῦντο. ὡς δὲ παρὰ τῶν αὐτομόλων ἐπύθετο Ἀντωνῖνος τὴν τοῦ Μακρίνου φυγήν, πέμψας κήρυκας διδάσκει αὐτοὺς ὅτι μάτην ὑπὲρ ἀνάνδρου καὶ φυγάδος μάχονται, ἄδειάν τε καὶ ἀμνηστίαν ἐνόρκως ὑπισχνεῖται, καλεῖ τε καὶ αὑτὸν δορυφορήσοντας. οἳ μὲν οὖν πεισθέντες προσεχώρησαν, ὁ δὲ Ἀντωνῖνος πέμπει τοὺς διώξοντας