Ancient Greek · ~3 min
5.5.3 to 5.5.5
Herodian, Ab excessu divi Marci 5.5.3-5
Not analysed yet
ἀπαιτούσης. εὐθέως τε ἐξεβακχεύετο, τήν τε ἱερωσύνην τοῦ ἐπιχωρίου θεοῦ, ᾗ ἐντέθραπτο, περιεργότερον ἐξωρχεῖτο, σχήμασί τε ἐσθῆτος πολυτελεστάτοις χρώμενος, διά τε πορφύρας χρυσοῦ ὑφάσμασι περιδεραίοις τε καὶ ψελίοις κοσμούμενος, ἐς εἶδος δὲ τιάρας στεφάνην ἐπικείμενος χρυσῷ καὶ λίθοις ποικίλην τιμίοις. ἦν τε αὐτῷ τὸ σχῆμα μεταξὺ Φοινίσσης ἱερᾶς στολῆς καὶ χλιδῆς Μηδικῆς. Ῥωμαϊκὴν δὲ ἢ Ἑλληνικὴν πᾶσαν ἐσθῆτα ἐμυσάττετο, ἐρίου φάσκων εἰργάσθαι, πράγματος εὐτελοῦς: τοῖς δὲ Σηρῶν ὑφάσμασι μόνοις ἠρέσκετο. προῄει τε ὑπὸ αὐλοῖς καὶ τυμπάνοις, τῷ θεῷ δῆθεν ὀργιάζων. ἡ δὲ Μαῖσα ταῦτα ὁρῶσα πάνυ ἤσχαλλε, πείθειν τε λιπαροῦσα ἐπειρᾶτο μεταμφιέσασθαι τὴν Ῥωμαίων στολὴν μέλλοντά τε ἐς τὴν πόλιν ἀφίξεσθαι καὶ ἐς τὴν σύγκλητον εἰσελεύσεσθαι, μὴ ἀλλοδαπὸν ἢ παντάπασι βάρβαρον τὸ σχῆμα ὀφθὲν εὐθὺς λυπήσῃ τοὺς ἰδόντας, ἀήθεις τε ὄντας καὶ οἰομένους τὰ τοιαῦτα καλλωπίσματα οὐκ ἀνδράσιν ἀλλὰ θηλείαις πρέπειν.