Ancient Greek · ~3 min
5.5.9 to 5.5.10
Herodian, Ab excessu divi Marci 5.5.9-10
Not analysed yet
περί τε τοὺς βωμοὺς ἐχόρευεν ὑπὸ παντοδαποῖς ἤχοις ὀργάνων, γύναιά τε ἐπιχώρια ἐχόρευε σὺν αὐτῷ, περιθέοντα τοῖς βωμοῖς, κύμβαλα ἢ τύμπανα μετὰ χεῖρας φέροντα: περιειστήκειν δὲ πᾶσα ἡ σύγκλητος καὶ τὸ ἱππικὸν τάγμα ἐν θεάτρου σχήματι. τὰ δὲ σπλάγχνα τῶν ἱερουργηθέντων τά τε ἀρώματα ἐν χρυσοῖς σκεύεσιν ὑπὲρ κεφαλῆς οὐκ οἰκέται δή τινες ἢ εὐτελεῖς ἄνθρωποι ἔφερον, ἀλλ̓ οἵ τ̓ ἔπαρχοι τῶν στρατοπέδων καὶ οἱ ἐν ταῖς μεγίσταις πράξεσιν, ἀνεζωσμένοι μὲν χιτῶνας ποδήρεις καὶ χειριδωτοὺς νόμῳ Φοινίκων, ἐν μέσῳ φέροντες μίαν πορφύραν: ὑποδήμασι δὲ λίνου πεποιημένοις ἐχρῶντο, ὥσπερ οἱ κατ̓ ἐκεῖνα τὰ χωρία προφητεύοντες. ἐδόκει δὲ τιμὴν μεγίστην νέμειν οἷς ἐκοινώνει τῆς ἱερουργίας.