Ancient Greek
5.6.9 to 5.6.10
Herodian, Ab excessu divi Marci 5.6.9-10
Not analysed yet
τοῦ θεοῦ. μετὰ δὲ τὸ καταγαγεῖν αὐτὸν καὶ ἱδρῦσαι ἐν τῷ ναῷ τάς τε προειρημένας θυσίας καὶ πανηγύρεις ἐπετέλει, πύργους τε μεγίστους καὶ ὑψηλοτάτους κατασκευάσας, ἀνιών τε ἐπ’ αὐτοῖς, ἐρρίπτει τοῖς ὄχλοις, ἁρπάζειν πᾶσιν ἐπιτρέπων, ἐκπώματά τε χρυσᾶ καὶ ἀργυρᾶ ἐσθῆτάς τε καὶ ὀθόνας παντοδαπάς, ζῷά τε πάντα, ὅσα ἥμερα ὅσα ἀτίθασα, πλὴν χοίρων: τούτων γὰρ ἀπείχετο Φοινίκων νόμῳ. ἐν δὴ ταῖς ἁρπαγαῖς πολλοὶ διεφθείροντο, ὑπό τε ἀλλήλων πατούμενοι καὶ τοῖς δόρασι τῶν στρατιωτῶν περιπίπτοντες, ὡς τὴν ἐκείνου ἑορτὴν πολλοῖς φέρειν συμφοράν. αὐτὸς δὲ ἐβλέπετο πολλάκις ἡνιοχῶν ἢ ὀρχούμενος: οὐδὲ γὰρ λανθάνειν ἤθελεν ἁμαρτάνων. προῄει τε ὑπογραφόμενος τοὺς ὀφθαλμοὺς καὶ τὰς παρειὰς ἐρυθραίνων, φύσει τε πρόσωπον ὡραῖον ὑβρίζων βαφαῖς ἀσχήμοσιν.