# Ab excessu divi Marci 5.7.1-3

Herodian, Ab excessu divi Marci, 5.7.1 to 5.7.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/5.7.1

ὁρῶσα δὲ ταῦτα ἡ Μαῖσα, ὑποπτεύουσά τε τοὺς στρατιώτας ἀπαρέσκεσθαι τῷ τοιούτῳ τοῦ βασιλέως βίῳ, καὶ δεδοικυῖα μή τι ἐκείνου παθόντος πάλιν ἰδιωτεύῃ, πείθει αὐτόν, κοῦφον ἄλλως καὶ ἄφρονα νεανίαν, θέσθαι υἱὸν Καίσαρά τε ἀποδεῖξαι τὸν ἑαυτοῦ μὲν ἀνεψιὸν ἐκείνης δὲ ἔγγονον ἐκ τῆς ἑτέρας θυγατρὸς Μαμμαίας, εἰποῦσα αὐτῷ κεχαρισμένα, ὡς ἄρα χρὴ ἐκεῖνον μὲν τῇ ἱερωσύνῃ καὶ θρησκείᾳ σχολάζειν τοῦ θεοῦ, βακχείαις καὶ ὀργίοις τοῖς τε θείοις ἔργοις ἀνακείμενον, εἶναι δὲ ἕτερον τὸν τὰ ἀνθρώπεια διοικοῦντα, ἐκείνῳ δὲ παρέξοντα τῆς βασιλείας τὸ ἀνενόχλητόν τε καὶ ἀμέριμνον: μὴ δεῖν τοίνυν ξένον ζητεῖν μηδ̓ ἀλλότριον, ἀλλὰ τῷ ἀνεψιῷ ταῦτα ἐγχειρίσαι. μετονομάζεται δὴ ὁ Ἀλεξιανός, καὶ Ἀλέξανδρος καλεῖται, παραχθέντος αὐτῷ τοῦ παππῴου ὀνόματος ἐς τὸ τοῦ Μακεδόνος ὡς πάνυ τε ἐνδόξου καὶ τιμηθέντος ὑπὸ τοῦ δοκοῦντος πατρὸς ἀμφοτέρων εἶναι: τὴν γὰρ Ἀντωνίνου τοῦ Σἑ̣?ʼήρου παιδὸς μοιχείαν ἀμφότεραι αἱ Μαίσης θυγατέρες αὐτή τε ἡ πρεσβῦτις ἐσεμνύνετο πρὸς τὸ τοὺς στρατιώτας στέργειν τοὺς παῖδας, υἱοὺς ἐκείνου δοκοῦντας εἶναι.

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
