Ancient Greek · ~2 min
Book 5, Chapter 8
Herodian, Ab excessu divi Marci 5.8.3
Not analysed yet
ἐδίδου δὲ καὶ χρήματα λανθάνουσα διανέμεσθαι τοῖς στρατιώταις κρύβδην, ὅπως αὐτῶν τὴν πρὸς τὸν Ἀλέξανδρον εὔνοιαν καὶ διὰ χρημάτων, ἐς ἃ μάλιστα ἀποβλέπουσιν, οἰκειώσηται. ταῦτα δὴ ὁ Ἀντωνῖνος πυνθανόμενος παντὶ τρόπῳ ἐπεβούλευε τῷ Ἀλεξάνδρῳ καὶ τῇ μητρὶ αὐτοῦ: ἀλλὰ τὰς ἐπιβουλὰς πάσας ἀπεῖργέ τε καὶ ἐκώλυεν ἡ κοινὴ μάμμη ἀμφοτέρων Μαῖσα, γυνὴ καὶ ἄλλως ἐντρεχὴς καὶ τῇ βασιλείῳ αὐλῇ πολλῶν ἐτῶν ἐνδιαιτηθεῖσα, ἅτε τῆς Σἑ̣?ʼήρου γυναικὸς Ἰουλίας ἀδελφὴ γενομένη καὶ τὰ πάντα σὺν αὐτῇ ἐν τοῖς βασιλείοις