Ancient Greek
5.8.6 to 5.8.7
Herodian, Ab excessu divi Marci 5.8.6-7
Not analysed yet
ἠξίουν ἰδεῖν. ὁ δ̓ Ἀντωνῖνος ἐν δέει πολλῷ γενόμενος, παραλαβὼν τὸν Ἀλέξανδρον, συγκαθεσθεὶς αὐτῷ ἐν τῷ βασιλικῷ φορείῳ, ὅπερ διὰ χρυσοῦ πολλοῦ καὶ λίθων τιμίων πεποίκιλτο, κατῆλθεν ἐς τὸ στρατόπεδον σὺν τῷ Ἀλεξάνδρῳ. ὡς δὲ ἀνοίξαντες τὰς πύλας ἐδέξαντο αὐτοὺς ἔς τε τὸν νεὼν τοῦ στρατοπέδου ἤγαγον, τὸν μὲν Ἀλέξανδρον ὑπερφυῶς ἠσπάζοντό τε καὶ εὐφήμουν, τῷ δὲ Ἀντωνίνῳ ἀμελέστερον προσεφέροντο. ἐφ̓ οἷς ἐκεῖνος ἀγανακτῶν, καὶ διανυκτερεύσας ἐν τῷ ἱερῷ τοῦ στρατοπέδου, πάνυ ἤσχαλλε καὶ τοῖς στρατιώταις ὠργίζετο: ἐκέλευέ τε τοὺς παρασήμους καὶ ὑπερφυῶς τὸν Ἀλέξανδρον εὐφημήσαντας, τοὺς δὲ αἰτίους δῆθεν στάσεως καὶ θορύβου,