Ancient Greek
5.8.9 to 5.8.10
Herodian, Ab excessu divi Marci 5.8.9-10
Not analysed yet
τὰ δὲ σώματα τοῦ τε Ἀντωνίνου καὶ τῆς Σοαιμίδος παρέδοσαν σύρειν τε καὶ ἐνυβρίζειν τοῖς βουλομένοις: ἅπερ ἐπὶ πολὺ διὰ πάσης τῆς πόλεως συρέντα τε καὶ λωβηθέντα ἐς τοὺς ὀχετοὺς ἀπερρίφθη τοὺς ἐς τὸν Θύμβριν ποταμὸν ῥέοντας. Ἀντωνῖνος μὲν οὖν ἐς ἕκτον ἔτος ἐλάσας τῆς βασιλείας καὶ χρησάμενος τῷ προειρημένῳ βίῳ, οὕτως ἅμα τῇ μητρὶ κατέστρεψεν: οἱ δὲ στρατιῶται αὐτοκράτορα τὸν Ἀλέξανδρον ἀναγορεύσαντες ἐς τὰ βασίλεια ἀνήγαγον, κομιδῇ νέον καὶ πάνυ ὑπὸ τῇ μητρὶ καὶ τῇ μάμμῃ παιδαγωγούμενον.