Ancient Greek · ~2 min
Book 6, Chapter 2
Herodian, Ab excessu divi Marci 6.2.1
Not analysed yet
ἐτῶν μὲν οὖν τρισκαίδεκα οὕτως, ὅσον ἐπ’ αὐτῷ, τὴν βασιλείαν ἀμέμπτως διῴκησε: τῷ δὲ τεσσαρεσκαιδεκάτῳ ἔτει αἰφνιδίως ἐκομίσθη γράμματα τῶν κατὰ Συρίαν τε καὶ Μεσοποταμίαν ἡγεμόνων, δηλοῦντα ὅτι Ἀρταξέρξης ὁ Περσῶν βασιλεὺς μετὰ τὸ Παρθυαίους καθελεῖν καὶ τῆς κατὰ τὴν ἀνατολὴν ἀρχῆς παραλῦσαι, Ἀρτάβανόν τε τὸν πρότερον καλούμενον μέγαν βασιλέα καὶ δυσὶ διαδήμασι χρώμενον ἀποκτεῖναι, πάντα τε τὰ περίοικα βάρβαρα χειρώσασθαι καὶ ἐς φόρου συντέλειαν ὑπαγαγέσθαι, οὐχ ἡσυχάζει οὐδ̓ ἐντὸς Τίγριδος ποταμοῦ μένει, ἀλλὰ τὰς ὄχθας ὑπερβαίνων καὶ τοὺς τῆς Ῥωμαίων ἀρχῆς ὅρους Μεσοποταμίαν τε κατατρέχει καὶ Σύροις ἀπειλεῖ,