Ancient Greek · ~2 min
Book 6, Chapter 2
Herodian, Ab excessu divi Marci 6.2.4
Not analysed yet
ἔλεγε δὲ τὰ γράμματα δεῖν μένειν τε αὐτὸν ἐν τοῖς τῶν ἰδίων ὅροις καὶ μὴ καινοτομεῖν μηδὲ ματαίαις αἰωρούμενον ἐλπίσι μέγαν ἐγείρειν πόλεμον, ἀγαπητῶν τε ἔχειν ἕκαστον τὰ αὑτοῦ: μηδὲ γὰρ ὁμοίαν ἔσεσθαι μάχην αὐτῷ πρὸς Ῥωμαίους οἵαν σχεῖν πρὸς τοὺς γειτνιῶντας καὶ ὁμοφύλους βαρβάρους. ὑπεμίμνησκε δὲ τὰ γράμματα τῶν τε τοῦ Σεβαστοῦ καὶ τῶν Τραϊανοῦ Λουκίου τε καὶ Σἑ̣?ʼήρου κατ̓ αὐτῶν τροπαίων. τοιαῦτα μὲν δή τινα ὁ Ἀλέξανδρος ἐπιστείλας ᾤετο πείσειν ἢ φοβήσειν ἐς τὸ ἡσυχάζειν τὸν βάρβαρον: