# Ab excessu divi Marci 6.2.5-6

Herodian, Ab excessu divi Marci, 6.2.5 to 6.2.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/6.2.5

ὃ δ̓ οὐδέν τι φροντίζων τῶν ἐπεσταλμένων, ὅπλοις ἀλλ̓ οὐ λόγοις οἰόμενος δεῖν τὰ πράγματα διοικεῖσθαι, ἐνέκειτο ἄγων καὶ φέρων τὰ Ῥωμαίων ἅπαντα, κατατρέχων τε καὶ καθιππεύων Μεσοποταμίαν λείας τε ἀπήλαυνε, καὶ τὰ ἐπικείμενα στρατόπεδα ταῖς ὄχθαις τῶν ποταμῶν προασπίζοντά τε τῆς Ῥωμαίων ἀρχῆς ἐπολιόρκει. φύσει δ̓ ὢν ἀλαζών, καὶ ταῖς παῤ ἐλπίδας εὐπραγίαις ἐπαιρόμενος, πάντα ῥᾳδίως χειρώσασθαι προσεδόκα. ἦν δὲ αὐτὸν τὰ ἀναπείθοντα οὐ μικρὰ ἐς ἐπιθυμίαν ἀρχῆς μείζονος. πρῶτος γὰρ Περσῶν ἐτόλμησε τῇ Παρθυαίων ἀρχῇ ἐπιθέσθαι Πέρσαις τε τὴν βασιλείαν ἀνανεώσασθαι. μετὰ γὰρ Δαρεῖον τὸν ὑπ’ Ἀλεξάνδρου τοῦ Μακεδόνος τῆς ἀρχῆς παραλυθέντα, παμπλείστοις ἐν ἔτεσι Μακεδόνες μὲν καὶ οἱ Ἀλεξάνδρου διάδοχοι τῶν ὑπὸ ταῖς ἀνατολαῖς ἐθνῶν καὶ κατ̓ Ἀσίαν ἅπασαν, νειμάμενοι

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
