Ancient Greek · ~3 min
6.3.1 to 6.3.3
Herodian, Ab excessu divi Marci 6.3.1-3
Not analysed yet
ὡς δὲ τῷ Ἀλεξάνδρῳ ἐδηλώθη διατρίβοντι ἐν τῇ Ῥώμῃ τὰ κατὰ τὰς ἀνατολὰς ὑπὸ τοῦ βαρβάρου τολμώμενα, οὐκ ἀνασχετὰ ἡγούμενος, καλούντων δὲ αὐτὸν καὶ τῶν ἐκεῖσε ἡγεμόνων, ἀσχάλλων μὲν καὶ παρὰ γνώμην, ὅμως δ̓ ἔσχε περὶ ἔξοδον. ἔκ τε οὖν αὐτῆς Ἰταλίας καὶ τῶν ὑπὸ Ῥωμαίοις πάντων ἐθνῶν λογάδες ἐς τὴν στρατιὰν ἠθροίζοντο, ὅσοι σώματος εὐεξίᾳ καὶ ἡλικίας ἀκμῇ ἐς μάχην ἐπιτήδειοι ἐνομίζοντο. κίνησίς τε μεγίστη πᾶσι τοῖς ὑπὸ Ῥωμαίοις ἐγένετο, δυνάμεως ἰσορρόπου ἀθροιζομένης πρὸς τὸ ἀγγελλόμενον τῶν ἐπιτρεχόντων βαρβάρων πλῆθος. ὁ δ̓ Ἀλέξανδρος ἀθροίσας τοὺς ἐν Ῥώμῃ στρατιώτας, ἐξελθεῖν τε πάντας κελεύσας ἐς τὸ σύνηθες πεδίον, ἐπὶ βήματος ἀνελθὼν ἔλεξε τοιάδε. ἐβουλόμην μέν, ὦ ἄνδρες συστρατιῶται, τοὺς συνήθεις πρὸς ὑμᾶς ποιεῖσθαι λόγους, δἰ ὧν αὐτός τε ἐκοσμούμην δημηγορῶν ὑμᾶς τε ἀκούοντας εὔφραινον: εἰρήνης γὰρ πολυετοῦς ἀπολαύσαντες εἴ τι καινὸν νῦν ἀκούοιτε, ἴσως ἂν ὡς παῤ ἐλπίδα λεχθέντι