# Ab excessu divi Marci 6.4.1-3

Herodian, Ab excessu divi Marci, 6.4.1 to 6.4.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/6.4.1

τοιαῦτά τινα εἰπόντα τὸν Ἀλέξανδρον πᾶς ὁ στρατὸς ἀνευφήμησε, προθυμίαν τε πᾶσαν ἐς τὸ πολεμεῖν ὑπισχνεῖτο. ὃ δ̓ ἐπιδοὺς αὐτοῖς χρήματα μεγαλοφρόνως, εὐτρεπίζεσθαι τὰ πρὸς τὴν ἔξοδον ἐκέλευσε. κατελθών τε ἐς τὴν σύγκλητον βουλήν, καὶ τοῖς προειρημένοις ὅμοια διαλεχθείς, ἐπήγγειλε τὴν ἔξοδον. καταλαβούσης δὲ τῆς ὡρισμένης ἡμέρας θύσας τε τὰς ἐπὶ ταῖς ἐξόδοις νενομισμένας ἱερουργίας, παραπεμφθείς τε ὑπὸ τῆς συγκλήτου καὶ παντὸς τοῦ δήμου, τῆς Ῥώμης ἀπῆρεν, ἐπιστρεφόμενος ἀεὶ πρὸς τὴν πόλιν καὶ δακρύων. ἀλλ̓ οὐδὲ τῶν δημοτῶν ἦν τις ὃς ἀδακρυτὶ παρέπεμπεν αὐτόν: πόθον γὰρ ἑαυτοῦ τῷ πλήθει ἐμπεποιήκει ἀνατραφείς τε ὑπ’ αὐτοῖς καὶ μετρίως ἄρξας τοσούτων ἐτῶν. μετὰ πολλῆς δὲ σπουδῆς ποιησάμενος τὴν πορείαν, τά τε Ἰλλυρικὰ ἔθνη καὶ στρατόπεδα ἐπελθών, πλείστην τε δύναμιν κἀκεῖθεν ἀθροίσας, ἐς τὴν Ἀντιόχειαν ἀφίκετο. ἐκεῖ δὲ γενόμενος τὰ πρὸς τὸν πόλεμον ἐξήρτυε, γυμνάζων τε τοὺς στρατιώτας καὶ τὰ πολεμικὰ ἀσκῶν.

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
