Ancient Greek
6.5.3 to 6.5.4
Herodian, Ab excessu divi Marci 6.5.3-4
Not analysed yet
οὐ γὰρ δὴ μισθοφόροις χρῶνται στρατιώταις οἱ βάρβαροι ὥσπερ Ῥωμαῖοι, οὐδὲ στρατόπεδα ἔχουσι συνεστῶτα καὶ μένοντα, πολέμου τέχναις ἐγγεγυμνασμένα: ἀλλὰ πᾶν τὸ πλῆθος τῶν ἀνδρῶν, ἔσθ̓ ὅπῃ καὶ τῶν γυναικῶν, ἐπὰν κελεύσῃ βασιλεύς, ἀθροίζεται. διαλυθέντος δὲ τοῦ πολέμου ἕκαστος ἐς τὰ ἑαυτοῦ ἐπανέρχεται, τοσοῦτον ἀποκερδήσας ὅσα ἂν ἐξ ἁρπαγῆς αὐτῷ περιγένηται. τόξοις τε καὶ ἵπποις οὐκ ἐς τὸ πολεμεῖν μόνον χρῶνται ὥσπερ Ῥωμαῖοι, ἀλλ̓ ἐκ παίδων σὺν αὐτοῖς ἀναστρέφονται καὶ θηρῶντες διαιτῶνται, οὔτε τὰς φαρέτρας ποτὲ ἀποτιθέμενοι οὔτε τῶν ἵππων ἀποβαίνοντες, ἀεὶ δὲ αὐτοῖς χρώμενοι ἢ κατὰ πολεμίων ἢ κατὰ θηρίων. Ἀλέξανδρος μὲν οὖν, ὡς ᾤετο, ἄριστα βεβούλευτο: