Ancient Greek
Book 6, Chapter 5
Herodian, Ab excessu divi Marci 6.5.8
Not analysed yet
παρέξειν τὴν ἔφοδον. προείρητο γὰρ πᾶσι τοῖς στρατοῖς ὑπερτρέχειν, καὶ τόπος ὥριστο ἐς ὃν αὐτοὺς συνελθεῖν ἔδει, πάντα τὰ ἐμπίπτοντα καὶ ἐν μέσῳ χειρουμένους. ἔσφηλε δὲ αὐτοὺς ὁ Ἀλέξανδρος μήτε εἰσαγαγὼν τὸν στρατὸν μήτε εἰσελθών, ἢ διὰ δέος, ἵνα μὴ δὴ αὐτὸς κινδυνεύοι ψυχῇ καὶ σώματι ὑπὲρ τῆς Ῥωμαίων ἀρχῆς, ἢ τῆς μητρὸς ἐπισχούσης γυναικείᾳ