Ancient Greek · ~2 min
Book 6, Chapter 7
Herodian, Ab excessu divi Marci 6.7.6
Not analysed yet
ἠπείγετο ἅμα τῷ λοιπῷ πλήθει. ἀνύσας δὲ τὴν ὁδὸν μετὰ πολλῆς σπουδῆς ἐπέστη ταῖς τοῦ Ῥήνου ὄχθαις, καὶ τὰ πρὸς τὸν Γερμανικὸν πόλεμον παρεσκευάζετο, τόν τε ποταμὸν ναυσὶ διελάμβανεν, ὧν πρὸς ἀλλήλας συνδεθεισῶν γεφυρωθέντα εὐμαρῆ τὴν διάβασιν τοῖς στρατιώταις παρέξειν ᾤετο. μέγιστοι γὰρ δὴ οὗτοι ποταμῶν ὑπ’ ἄρκτῳ ῥέουσι, Ῥῆνός τε καὶ Ἴστρος, ὃ μὲν Γερμανοὺς ὃ δὲ Παίονας παραμείβων: οἳ θέρους μὲν ναυσίπορον ἔχουσι τὸ ῥεῖθρον διὰ βάθος τε καὶ πλάτος, τοῦ δὲ χειμῶνος παγέντες ὑπὸ τοῦ κρύους ἐν