Ancient Greek · ~2 min
Book 6, Chapter 7
Herodian, Ab excessu divi Marci 6.7.8
Not analysed yet
φύσις μὲν δὴ τῶν ποταμῶν αὕτη: ὁ δὲ Ἀλέξανδρος Μαυρουσίους τε πλείστους καὶ τοξοτῶν ἀριθμὸν πολὺν ἐπαγόμενος ἀπὸ τῆς ἀνατολῆς ἔκ τε τῆς Ὀσροηνῶν χώρας, καὶ εἴ τινες Παρθυαίων αὐτόμολοι ἢ χρήμασιν ἀναπεισθέντες ἠκολουθήκεσαν αὐτῷ βοηθήσοντες, ἐξήρτυε δὴ Γερμανοῖς ἀντιτάξων. μάλιστα γὰρ τοιοῦτος στρατὸς ὀχληρὸς ἐκείνοις γίνεται, τῶν τε Μαυρουσίων πόρρωθεν ἀκοντιζόντων καὶ τὰς ἐπιδρομὰς τάς τε ἀναχωρήσεις κούφως ποιουμένων, τῶν τε τοξοτῶν ἐς γυμνὰς τὰς κεφαλὰς αὐτῶν καὶ σώματα ἐπιμήκη ῥᾷστα καὶ πόρρωθεν κατὰ σκοποῦ τοξευόντων ἐπέθεόν τε πρὸς τὴν συστάδην μάχην ἀντιτυπεῖς, καὶ ἰσόρροποι πολλάκις Ῥωμαίοις ἐγένοντο.