Ancient Greek · ~2 min
Book 6, Chapter 9
Herodian, Ab excessu divi Marci 6.9.5
Not analysed yet
ἐπιδόσεις ὀκνηρὸν τοῦ Ἀλεξάνδρου μεμισημένου. καὶ μέχρι μέν τινος τοιαῦτα διαφόρως βοῶντες προσέμενον: ὡς δὲ τοῦ Μαξιμίνου ὁ στρατὸς ἤδη τε ἐν ὄψεσιν ἦν, καὶ βοῶντες οἱ νεανίαι προυκαλοῦντο τοὺς συστρατιώτας καταλιπεῖν μὲν γύναιον μικρολόγον καὶ μειράκιον δειλὸν μητρὶ δουλεῦον, προσιέναι δὲ ἀνδρὶ γενναίῳ καὶ σώφρονι συστρατιώτῃ τε ἐν ὅπλοις ἀεὶ καὶ πολεμικοῖς ἔργοις διῃτημένῳ, πεισθέντες οἱ στρατιῶται τὸν μὲν Ἀλέξανδρον καταλιμπάνουσιν, αὐτοὶ δὲ προσίασι τῷ Μαξιμίνῳ, αὐτοκράτωρ τε ὑπὸ πάντων