# Ab excessu divi Marci 7.10.6-9

Herodian, Ab excessu divi Marci, 7.10.6 to 7.10.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/7.10.6

ἦρξέ τε γὰρ στερρότερον τῆς πόλεως, πολύ τε τὸ ἐπιστρεφὲς ἔσχε πρὸς τοὺς φαύλους καὶ κούφους τῶν ὄχλων. ὅθεν δεδιότες ἀπηρέσκοντο αὐτῷ, ἐβόων τε καὶ ἠπείλουν ἀποκτενεῖν αὐτούς: ἠξίουν γὰρ τοῦ Γορδιανοῦ γένους βασιλέα αἱρεθῆναι, τό τε τῆς αὐτοκρατορικῆς ὄνομα ἀρχῆς ἐκείνῳ τῷ οἴκῳ καὶ ὀνόματι μεῖναι. ὁ δὲ Βαλβῖνος καὶ Μάξιμος ἐκ τοῦ ἱππικοῦ τάγματος τοὺς νεανίας πάντας, στρατιώτας τε οἳ ἐν Ῥώμῃ διέτριβον, περιστήσαντες ἑαυτοῖς ξιφηφόρους προελθεῖν τοῦ Καπετωλίου ἐβιάζοντο, ὑπὸ δὲ πλήθους λίθων καὶ ξύλων ἐκωλύθησαν, ἔστε δὴ ὑποβαλόντος τινὸς αὐτοὶ τὸν δῆμον ἐσοφίσαντο. ἦν τι παιδίον νήπιον, τῆς Γορδιανοῦ θυγατρὸς τέκνον, τῷ πάππῳ ὁμώνυμον. πέμψαντες τοίνυν τῶν σὺν αὑτοῖς τινὰς κελεύουσι τὸ παιδίον κομισθῆναι. οἳ δὲ εὑρόντες αὐτὸ ἀθῦρον οἴκοι, ἀράμενοι ἐπὶ τῶν ὤμων, διὰ μέσου τοῦ πλήθους, δεικνύντες τοῖς ὄχλοις Γορδιανοῦ τε ἔγγονον λέγοντες καὶ τῇ αὐτοῦ προσηγορίᾳ ἀποκαλοῦντες, ἀνάγουσιν ἐς τὸ Καπετώλιον εὐφημούμενον ὑπὸ τοῦ δήμου καὶ φυλλοβολούμενον. τῆς τε συγκλήτου Καίσαρα αὐτὸ ἀποδειξάσης, ἐπειδὴ διὰ τὴν ἡλικίαν οὐχ οἷός τε ἦν προΐστασθαι τῶν πραγμάτων, τῆς τε ὀργῆς ὁ δῆμος ἐπαύσατο, ἠνέσχοντό τε προελθεῖν ἐς τὴν βασίλειον αὐλήν.

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
