Ancient Greek
7.11.1 to 7.11.2
Herodian, Ab excessu divi Marci 7.11.1-2
Not analysed yet
συνέβη δὲ κατὰ τοὺς αὐτοὺς χρόνους πταῖσμα ὀλέθριον τῇ Ῥωμαίων πόλει, ἀρχὴν καὶ πρόφασιν λαβὸν ἐξ εὐτόλμου θράσους δύο ἀνδρῶν τῶν ἀπὸ συγκλήτου. συνεληλύθεσαν γὰρ ἐς τὸ βουλευτήριον πάντες σκεψόμενοι περὶ τῶν καθεστώτων: μαθόντες δ̓ οἱ στρατιῶται οὓς ἐν τῷ στρατοπέδῳ Μαξιμῖνος καταλελοίπει ʽἤδη γὰρ πρὸς ἄφεσιν τῆς στρατείας ὄντες καὶ δἰ ἡλικίαν οἴκοι μεμενηκότεσ̓ ἦλθον μέχρι τῆς εἰσόδου τῆς συγκλήτου, βουλόμενοι τὸ πραττόμενον μαθεῖν, ὅπλων μὲν γυμνοί, ἐν λιταῖς δὲ ἐσθῆσι καὶ ἐφεστρίσιν, ἑστήκεσαν δὲ μετὰ τοῦ λοιποῦ δήμου.