# Ab excessu divi Marci 7.12.6-9

Herodian, Ab excessu divi Marci, 7.12.6 to 7.12.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/7.12.6

πόλιν̓, πῦρ προσετίθεσαν. ῥᾷστα δὲ διὰ πυκνότητα τῶν συνοικιῶν ξυλείας τε πλῆθος ἐπάλληλον μέγιστον μέρος τῆς πόλεως τὸ πῦρ ἐνεμήθη, ὡς πολλοὺς μὲν ἐκ πλουσίων ποιῆσαι πένητας, ἀποβαλόντας θαυμαστὰ καὶ ἀμφιλαφῆ κτήματα, ἔν τε προσόδοις πλουσίαις καὶ ἐν ποικίλῃ πολυτελείᾳ τίμια. πλῆθός τε ἀνθρώπων συγκατεφλέχθη, φυγεῖν μὴ δυνηθέντων διὰ τὸ τὰς ἐξόδους ὑπὸ τοῦ πυρὸς προκατειλῆφθαι. οὐσίαι τε ὅλαι πλουσίων ἀνδρῶν διηρπάγησαν, ἐγκαταμιξάντων ἑαυτοὺς τοῖς στρατιώταις πρὸς τὸ ἁρπάζειν κακούργων καὶ εὐτελῶν δημοτῶν. τοσοῦτον δὲ μέρος τῆς πόλεως τὸ πῦρ ἐλυμήνατο ὡς μηδεμίαν τῶν μεγίστων πόλεων ὁλόκληρον δύνασθαι τῷ μέρει ἐξισωθῆναι. καὶ τὰ μὲν κατὰ τὴν Ῥώμην τοιαῦτα ἦν, ὁ δὲ Μαξιμῖνος ἀνύσας τὴν ὁδοιπορίαν ἐπέστη τοῖς τῆς Ἰταλίας ὅροις, θύσας τε ἐπὶ τῶν μεθορίων βωμῶν τῆς ἐπ’ Ἰταλίαν εἰσβολῆς εἴχετο, ἐκέλευσέ τε πάντα τὸν στρατὸν ἐν ὅπλοις εἶναι καὶ μετ̓ εὐταξίας προχωρεῖν. τὴν μὲν οὖν Λιβύης ἀπόστασιν καὶ τὸν κατὰ τὴν Ῥώμην ἐμφύλιον πόλεμον, τά τε Μαξιμίνῳ πραχθέντα καὶ τὴν ἐς Ἰταλίαν ἄφιξιν αὐτοῦ ἐδηλώσαμεν: τὰ δὲ ἑπόμενα ἐν τοῖς ἑξῆς λεχθήσεται.

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
