Ancient Greek · ~3 min
7.4.1 to 7.4.2
Herodian, Ab excessu divi Marci 7.4.1-2
Not analysed yet
αἰτίαι μὲν δὴ τοιαῦται, οὔτι γε ἄλογοι, ἐς μῖσος καὶ ἀπόστασιν τοὺς ὄχλους παρώξυνον: καὶ πάντες μὲν εὔχοντο καὶ θεοὺς τοὺς ἀδικουμένους ἐπεκάλουν, ἄρξασθαι δὲ οὐδεὶς ἐτόλμα, ἔστε συμπληρουμένης αὐτῷ τριετοῦς βασιλείας ἐκ μικρᾶς καὶ εὐτελοῦς προφάσεως, οἷα τυραννίδος σφάλματα, πρῶτοι ὅπλα ἐκίνησαν ἔς τε ἀπόστασιν εὐσταθῶς ὥρμησαν Αίβυες, ἐξ αἰτίας τοιᾶσδε. ἐπετρόπευέ τις τῆς Καρχηδονίας χώρας τραχύτατα, καὶ μετὰ πάσης ὠμότητος καταδίκας τε ἐποιεῖτο καὶ χρημάτων εἰσπράξεις, βουλόμενος εὐδοκιμεῖν παρὰ τῷ Μαξιμίνῳ. ἐκεῖνός τε γάρ, οὓς ᾔδει ἁρμόζοντας τῇ ἑαυτοῦ γνώμῃ, ἐπελέγετο: οἵ τε προεστῶτες τοῦ ταμιείου τότε, εἰ καὶ σπανίως χρηστοὶ ἐμπεπτώκεσαν, τόν τε κίνδυνον προῦπτον ἔχοντες καὶ τὴν ἐκείνου φιλοχρηματίαν εἰδότες, ἄκοντες