Ancient Greek · ~3 min
7.5.7 to 7.5.8
Herodian, Ab excessu divi Marci 7.5.7-8
Not analysed yet
τοιαῦτά τινα λέγοντος τοῦ νεανίσκου οὐκ ἀνασχόμενον τὸ λοιπὸν πλῆθος, συνδραμόντων ἤδη καὶ πάντων τῶν κατὰ τὴν πόλιν ἐπειδὴ διεφοίτησεν ἡ φήμη, σεβαστὸν Γορδιανὸν ἀναγορεύει. παραιτούμενος δὲ καὶ γῆρας προϊσχόμενος ἐκεῖνος, ἄλλως δὲ φιλόδοξος ὤν, οὐδὲ ἀηδῶς ὑπέστη, ἑλόμενος μᾶλλον τὸν μέλλοντα κίνδυνον ἢ τὸν παρόντα, ἔν τε γήραι ἐσχάτῳ οὐ πάνυ τι δεινὸν νομίζων, εἰ δέοι, ἐν βασιλικαῖς τιμαῖς καὶ τελευτῆσαι. πᾶν δὴ τὸ Λιβύων ἔθνος εὐθέως ἐδεδόνητο, καὶ τὰς μὲν τοῦ Μαξιμίνου τιμὰς καθῄρουν, εἰκόσι δὲ καὶ ἀνδριᾶσι Γορδιανοῦ τὰς πόλεις ἐκόσμουν, τῷ τε κυρίῳ αὐτοῦ ὀνόματι προσθέντες Ἀφρικανὸν ἐκάλεσαν ἀφ̓ ἑαυτῶν: οὕτω γὰρ Λίβυες οἱ ὑπὸ μεσημβρίαν τῇ Ῥωμαίων φωνῇ καλοῦνται.