Ancient Greek · ~1 min
Book 7, Chapter 6
Herodian, Ab excessu divi Marci 7.6.3
Not analysed yet
ὅ τε Γορδιανὸς γράμματά τε πάμπλειστα ἐκπέμπει πρὸς ἕκαστον τῶν κατὰ τὴν Ῥώμην πρωτεύειν δοκούντων, τοῖς τε τῆς συγκλήτου δοκιμωτάτοις ἐπιστέλλει, ὧν ἦσαν αὐτῷ πλεῖστοι φίλοι τε καὶ συγγενεῖς. ἐποίησε δὲ καὶ δημόσια γράμματα πρός τε τὸν Ῥωμαίων δῆμον καὶ τὴν σύγκλητον, δἰ ὧν τήν τε Λιβύων ἐδήλου ἐς ἑαυτὸν σύμπνοιαν, τῆς τε Μαξιμίνου ὠμότητος κατηγόρει σφοδρότατα εἰδὼς μισουμένην,