Ancient Greek · ~5 min
7.6.6 to 7.6.9
Herodian, Ab excessu divi Marci 7.6.6-9
Not analysed yet
ἐπιστέλλεται. κελεύει δὲ αὐτοῖς πρὸ τῆς ἕω ἐς τὴν Ῥώμην κατελθοῦσιν ἐπιστῆναι ἔτι δικάζοντι καὶ ἀνακεχωρηκότι τῷ ʽ??ʼιταλιανῷ ἐν τῷ τοῦ δικαστηρίου οἰκίσκῳ, ἔνθα μόνος τὰ ἀπόρρητα καὶ κρυπτὰ δοκοῦντα ὑπὲρ σωτηρίας τοῦ βασιλέως ἠρεύνα τε καὶ ἐξήταζε, δηλῶσαί τε ὅτι φέρουσι γράμματα πρὸς Μαξιμῖνον ἀπόρρητα, ἐπὶ τοῦτό τε παῤ αὐτοῦ πεμφθῆναι ὑπὲρ ἀσφαλείας τοῦ βασιλέως: προσποιήσασθαι δὲ βούλεσθαι καὶ διαλεχθῆναι αὐτῷ ἰδιαίτερον ἀπαγγεῖλαί τε τὰ ἐντεταλμένα: διασχολουμένῳ δὲ ἐκείνῳ περὶ τὴν τῶν σφραγίδων ἐπίγνωσιν προσποιουμένους ὡς δὴ ἐροῦντάς τι, οἷς εἶχον ὑποκολπιδίοις ξίφεσι φονεῦσαι. ἅπερ πάντα προυχώρησεν ὡς ἐκέλευσεν. ἔτι γὰρ νυκτὸς οὔσης, ὥσπερ ἐκεῖνος εἰώθει πρὸ ἡμέρας προϊέναι, ἐπέστησαν αὐτῷ ἰδιάζοντι, μηδὲ πολλοῦ πλήθους παρόντος: οἳ μὲν γὰρ οὐδὲ προεληλύθεσαν, οἳ δὲ προσαγορεύσαντες πρὸ ἡμέρας ἀνακεχωρήκεσαν. ἡσυχίας τε οὖν οὔσης ὀλίγων τε πρὸ τοῦ οἰκίσκου, δηλώσαντες αὐτῷ τὰ προειρημένα ῥᾳδίως εἰσεδέχθησαν: ἐπιδόντες δὲ τὰ γράμματα, ἐκείνου ταῖς σφραγῖσι τὰς ὄψεις ἐπιβάλλοντος προβαλόντες τὰ ξιφίδια καὶ παίσαντες φονεύουσιν, ἔχοντές τε αὐτὰ πρόκωπα προπηδῶσιν. οἱ δὲ παρόντες ἐκπλαγέντες ἀνεχώρησαν, οἰόμενοι Μαξιμίνου τὴν κέλευσιν εἶναι: καὶ γὰρ ἐποίει τοῦτο πολλάκις καὶ περὶ τοὺς δοκοῦντας εἶναι φιλτάτους. κατελθόντες δὲ διὰ μέσης τῆς ἱερᾶς ὁδοῦ προτιθέασι τὰ πρὸς τὸν δῆμον τοῦ Γορδιανοῦ γράμματα, τοῖς τε ὑπάτοις καὶ τοῖς λοιποῖς τὰ ἐπεσταλμένα διδόασι: διασκεδάννυταί τε ὑπ’ αὐτῶν φήμη ὡς ἄρα