Ancient Greek
Book 7, Chapter 7
Herodian, Ab excessu divi Marci 7.7.3
Not analysed yet
ἀνατρέπουσι. συκοφάνται τε οὖν καὶ οἱ γενόμενοι τινῶν κατήγοροι ἢ ἔφευγον ἢ ὑπὸ τῶν ἀδικηθέντων ἀνῃροῦντο, ἐπίτροποί τε καὶ δικασταὶ οἱ τῆς ἐκείνου ὠμότητος ὑπηρέται συρέντες ὑπὸ τοῦ ὄχλου ἐς τοὺς ὀχετοὺς ἐρριπτοῦντο. φόνος τε οὐκ ὀλίγος ἐγένετο καὶ μηδὲν ἀδικησάντων ἀνθρώπων: δανειστὰς γὰρ ἑαυτῶν ἢ καὶ ἀντιδίκους ἐν πράγμασιν ἀγοραίοις, καὶ εἴ τις πρός τινα βραχεῖαν αἰτίαν εἶχε μίσους, ἐπαναβαίνοντες ταῖς οἰκήσεσιν ἀπροσδοκήτως, ἐπηρεάζοντες ὡς συκοφάντας ἐσύλησάν τε καὶ ἐφόνευσαν.