Ancient Greek · ~1 min
Book 7, Chapter 7
Herodian, Ab excessu divi Marci 7.7.6
Not analysed yet
καὶ ὑπήκοα ἐκ προγόνων. οἱ πλεῖστοι μὲν οὖν προσήκαντο τὴν πρεσβείαν, καὶ τὰ ἔθνη ἀποστήσαντες ῥᾳδίως μίσει τῆς Μαξιμίνου τυραννίδος, τούς τε ἐκεῖσε πράττοντας, εἰ τὰ Μαξιμίνου φρονοῖεν, ἀποκτείναντες προσέθεντο Ῥωμαίοις: ὀλίγοι δέ τινες ἢ διεχρήσαντο τοὺς ἐλθόντας πρέσβεις ἢ μετὰ φρουρᾶς πρὸς ἐκεῖνον παρέπεμψαν, οὓς συλλαμβάνων ὠμῶς ἐκόλαζεν.