Ancient Greek
Book 7, Chapter 8
Herodian, Ab excessu divi Marci 7.8.11
Not analysed yet
ἐπιτηδείων πανταχόθεν συγκομιδήν: αἰφνιδίου γὰρ γενομένης τῆς ἐπ’ Ἰταλίαν ὁδοῦ, οὐκ ἐκ προνοίας, ὥσπερ εἰώθει, ἀλλ̓ ἐξ αὐτοσχεδίου καὶ ἐπειγούσης ὑπηρεσίας τὰ χρειώδη τῷ στρατῷ ἠθροίζετο. ἔδοξεν οὖν αὐτῷ προπέμψαι τὰς τῶν Παιόνων φάλαγγας: ἐκείνοις γὰρ μάλιστα ἐπίστευεν, οἵπερ αὐτὸν καὶ πρῶτοι ἀνεῖπον βασιλέα ἐθελονταί τε ὑπὲρ αὐτοῦ κινδυνεύειν ὑπισχνοῦντο. ἐκέλευσεν οὖν αὐτοῖς φθάσαι τὴν λοιπὴν δύναμιν καὶ τὰ ἐν Ἰταλίᾳ χωρία προκαταλαβεῖν.