Ancient Greek
7.8.5 to 7.8.6
Herodian, Ab excessu divi Marci 7.8.5-6
Not analysed yet
αὐτούς. ἀλλὰ γάρ ʽμή τι ἄρα καὶ καταγέλαστον εἰπεῖν̓ Καρχηδόνιοι μεμήνασι, καὶ πρεσβύτην ἄθλιον, ἐν ἐσχάτῳ γήραι παραφρονοῦντα, πείσαντες ἢ βιασάμενοι ὥσπερ ἐν πομπαῖς παίζουσι βασιλείαν, τίνι θαρροῦντες στρατῷ, παῤ οἷς ἐς τὴν τοῦ ἡγουμένου ὑπηρεσίαν ἀρκοῦσι ῥαβδοῦχοι; ποῖα φέροντες ὅπλα, παῤ οἷς οὐδὲν πλὴν δορατίων οἷς πρὸς θηρία μονομαχοῦσι; τὰ πολεμικὰ αὐτοῖς γυμνάσια χοροὶ καὶ σκώμματα καὶ ῥυθμοί. μηδέ τινα ὑμῶν ἐκπληττέτω τὰ κατὰ Ῥώμην ἀγγελθέντα. ʽ??ʼιταλιανὸς μὲν ἀνῃρέθη δόλῳ καὶ ἀπάτῃ ληφθείς, τοῦ δὲ Ῥωμαίων δήμου τὸ κοῦφον καὶ εὐμετάβολον οὐκ ἀγνοεῖτε καὶ μέχρι βοῆς θρασύ: εἰ δύο ἢ τρεῖς ὁπλίτας ἴδοιεν μόνον, ὑπ’ ἀλλήλων ὠθούμενοί τε καὶ πατούμενοι, φεύγων ἕκαστος τὸν ἴδιον κίνδυνον τοῦ κοινοῦ ἀμελῶς