# Ab excessu divi Marci 7.9.5-6

Herodian, Ab excessu divi Marci, 7.9.5 to 7.9.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/7.9.5

ἀνήρτησεν ἑαυτὸν βρόχῳ: κρυπτομένης δὲ αὐτοῦ τῆς τελευτῆς τὸν υἱὸν αὐτοῦ στρατηγήσοντα δὴ τοῦ πλήθους εἵλοντο. γενομένης δὲ συμβολῆς οἱ μὲν Καρχηδόνιοι ὄχλῳ πλείους ἦσαν, ἄτακτοι δὲ καὶ πολεμικῶν ἔργων ἀπαίδευτοι ἅτε ἐν εἰρήνῃ βαθείᾳ τεθραμμένοι ἑορταῖς τε καὶ τρυφαῖς σχολάζοντες ἀεί, γυμνοί τε ὅπλων καὶ ὀργάνων πολεμικῶν. ἕκαστος δὲ ἐπεφέρετο οἴκοθεν ἢ ξιφίδιον ἢ πέλεκυν δοράτιά τε ἐκ κυνηγεσίων: βύρσας τε τὰς ἐμπεσούσας περιτεμόντες καὶ ξύλα καταπρίσαντες ἐς τὰ παρατυχόντα σχήματα, ὡς ἕκαστος ἐδύνατο, πρόβλημα τοῦ σώματος ἐποιεῖτο. οἱ δὲ Νομάδες ἀκοντισταί τε εὔστοχοι καὶ ἱππεῖς ἄριστοι, ὡς καὶ χαλινῶν ἄνευ ῥάβδῳ μόνῃ

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
