Ancient Greek · ~2 min
Book 7, Chapter 9
Herodian, Ab excessu divi Marci 7.9.7
Not analysed yet
τὸν δρόμον τῶν ἵππων κυβερνᾶν. ῥᾷστα οὖν ἐτρέψαντο τῶν Καρχηδονίων τὸ πλῆθος, οἵπερ οὐχ ὑπομείναντες αὐτῶν τὴν ἐμβολήν, πάντα ῥίψαντες ἔφυγον: ὠθούμενοι δὲ ὑπ’ ἀλλήλων καὶ πατούμενοι, πλείους ὑπὸ τοῦ οἰκείου πλήθους ἐφθάρησαν ἢ πρὸς τῶν πολεμίων. ἔνθα καὶ ὁ τοῦ Γορδιανοῦ υἱὸς ἀπώλετο οἵ τε περὶ αὐτὸν πάντες, ὡς διὰ πλῆθος πτωμάτων μήτε νεκρῶν ἀναίρεσιν πρὸς ταφὴν γενέσθαι δυνηθῆναι μήτε τὸ τοῦ νέου Γορδιανοῦ σῶμα εὑρεθῆναι.