Ancient Greek · ~2 min
Book 8, Chapter 3
Herodian, Ab excessu divi Marci 8.3.2
Not analysed yet
γυνὴ οἰκεῖοί τε πάντες ἔνδον ἀπεκέκλειντο. τοῦτον οὖν ἔπεμψε σὺν ἑτέροις ἑκατοντάρχαις, ἐλπίσας ῥᾷστα πείσειν ὡς πολίτην. ἀφικόμενοι δὲ οἱ πρέσβεις ἔλεγον ὅτι ἄρα κελεύει Μαξιμῖνος ὁ κοινὸς βασιλεὺς ὅπλα μὲν αὐτοὺς καταθέσθαι ἐν εἰρήνῃ, φίλον δὲ ἀντὶ πολεμίου δέχεσθαι, σπονδαῖς δὲ μᾶλλον καὶ θυσίαις σχολάζειν ἢ φόνοις, μηδὲ περιορᾶν πατρίδα μέλλουσαν ἄρδην καὶ ἐκ θεμελίων ἀπόλλυσθαι, ἐνὸν αὐτοῖς τε σώζεσθαι καὶ τὴν πατρίδα σώζειν, διδόντος αὐτοῖς χρηστοῦ βασιλέως ἀμνηστίαν συγγνώμην τε τῶν ἁμαρτηθέντων: οὐ γὰρ αὐτοὺς αἰτίους γεγενῆσθαι ἀλλ̓