# Ab excessu divi Marci 8.4.10

Herodian, Ab excessu divi Marci, Book 8, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodian/ab-excessu-divi-marci/8.4.10

καταχέοντες ὄμβρου δίκην ὁμοθυμαδόν. φερομένη δὲ ἡ πίσσα σὺν οἷς προείρηται, δυομένη τε διὰ τῶν γεγυμνωμένων μερῶν τοῦ σώματος, ἐς πᾶν ἐχεῖτο, ὥστε τοὺς θώρακας αὐτοὺς πεπυρωμένους ἀπορρίπτειν καὶ τὰ λοιπὰ ὅπλα, ὧν ὁ σίδηρος ἐθερμαίνετο, τά τε ἐκ βυρσῶν τε καὶ ξύλων ἐφλέγετο καὶ συνείλκετο. ἦν γοῦν ἰδεῖν γεγυμνωμένους τοὺς στρατιώτας αὐτοὺς ὑφ̓ ἑαυτῶν, καὶ σκύλων ὄψιν ὅπλα παρεῖχεν ἐρριμμένα, σοφίᾳ τέχνης ἀλλ̓ οὐκ ἀνδρείᾳ μάχης περιῃρημένα. ἔκ τε τοῦ τοιούτου πάμπλειστον πλῆθος τοῦ στρατοῦ τάς τε ὄψεις ἐπηροῦτο καὶ τὸ πρόσωπον ἠκρωτηριάζετο, καὶ εἴ τι γυμνὸν ἦν τοῦ σώματος. ἀλλὰ μὴν καὶ ταῖς μηχαναῖς προσαγομέναις δᾷδας ἐπέβαλλον ὁμοίως πίσσῃ καὶ ῥητίνῃ δεδευμένας ἐπί τε τῷ ἄκρῳ βελῶν ἀκίδας ἐχούσας: αἳ ἀναφθεῖσαι φερόμεναι, ἐμπαγεῖσαι ταῖς μηχαναῖς καὶ προσπεφυκυῖαι ῥᾳδίως αὐτὰς κατέφλεγον.

---

Herodian, Ab excessu divi Marci, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0015.tlg001.local001/.
