Ancient Greek · ~2 min
Book 8, Chapter 4
Herodian, Ab excessu divi Marci 8.4.2
Not analysed yet
φερόμενον: τῶν γὰρ ὑπερκειμένων ὀρῶν τὰς δἰ ὅλου τοῦ χειμῶνος παγείσας χιόνας λύουσα ἡ τοῦ ἔτους ὥρα παμμεγέθη τὸν χειμάρρουν εἰργάζετο. ἄπορος οὖν ἦν ἡ διάβασις τῷ στρατῷ: τὴν γὰρ γέφυραν, ἔργον μέγα καὶ κάλλιστον ὑπὸ τῶν πάλαι βασιλέων γεγενημένον ἐκ τετραπέδων λίθων, πυλίσι κατ̓ ὀλίγον αὐξανομέναις ὑπειλημμένον, διῃρήκεσαν καὶ καταλελύκεσαν οἱ Ἀκυλήσιοι. οὔτε οὖν γεφύρας οὔσης οὔτε νεῶν ὁ στρατὸς ἐν ἀφασίᾳ καθειστήκει.