Ancient Greek · ~3 min
8.4.6 to 8.4.7
Herodian, Ab excessu divi Marci 8.4.6-7
Not analysed yet
ἐκκόψας ὁ στρατὸς ἐπὶ τὰ τείχη ἠπείγετο. κεκμηκότι δὲ αὐτῷ προσβαλεῖν εὐθέως οὐκ ἔδοξε: μείναντες δὲ ἔξω τοξεύματος καὶ διαιρεθέντες κατὰ λόχους καὶ φάλαγγας περὶ πᾶν τὸ τεῖχος, ὡς ἑκάστοις κατὰ μέρος προστέτακτο, μιᾶς ἡμέρας ἀναπαυσάμενοι, τοῦ λοιποῦ εἴχοντο τῆς πολιορκίας. μηχανάς τε οὖν παντοίας προσέφερον, καὶ τειχομαχοῦντες παντὶ σθένει οὐδὲν παρέλειπον εἶδος πολιορκίας. πολλῶν δὲ καὶ σχεδὸν ἑκάστης ἡμέρας γινομένων προσβολῶν, καὶ παντὸς τοῦ στρατοῦ ὥσπερ σαγηνεύσαντος τὴν πόλιν, μετὰ πολλῆς βίας καὶ προθύμου μάχης τειχομαχοῦντες ἀντεῖχον οἱ Ἀκυλήσιοι, νεὼς μὲν καὶ οἰκίας ἀποκλείσαντες, πανδημεὶ δὲ ἅμα παισὶ καὶ γυναιξὶν ἄνωθεν ἐξ ἐπάλξεών τε καὶ πύργων ἀπομαχόμενοι: οὐδέ τις οὕτως ἦν ἄχρηστος ἡλικία