Ancient Greek · ~3 min
8.5.6 to 8.5.7
Herodian, Ab excessu divi Marci 8.5.6-7
Not analysed yet
φῆμαι δὲ μείζους ἐξ ὑποψίας ἀληθείας διεδίδοντο, ὅτι πᾶς ὁ δῆμος ὁ Ῥωμαίων ἐν ὅπλοις εἴη, Ἰταλία τε πᾶσα συμπεπνεύκοι, πάντα τε ἔθνη Ἰλλυρικὰ καὶ βάρβαρα τά τε ὑπ’ ἀνατολαῖς καὶ μεσημβρίαις στρατὸν ἀγείροι, μιᾷ τε γνώμῃ καὶ ψυχῇ ὁμοίως Μαξιμῖνος μεμίσηται. ὅθεν ἐν ἀπογνώσει ἦσαν καὶ πάντων σπάνει οἱ στρατιῶται, σχεδὸν καὶ ὕδατος αὐτοῦ. ὃ γὰρ ἦν μόνον ἐκ τοῦ παραρρέοντος ποταμοῦ ποτόν, αἵματι καὶ φόνοις μεμιασμένον ἐπίνετο: οἵ τε γὰρ Ἀκυλήσιοι τοὺς ἐν τῇ πόλει τελευτῶντας οὐκ ἔχοντες ὅπως θάψωσιν, ἐς τὸν ποταμὸν ἀπερρίπτουν, οἵ τε ἐν τῷ στρατῷ φονευόμενοι ἢ διαφθειρόμενοι νόσῳ ἐδίδοντο τῷ ῥεύματι, οὐκ ἐχόντων αὐτῶν τὰ πρὸς ταφὰς ἐπιτήδεια.