Ancient Greek · ~3 min
8.7.7 to 8.7.8
Herodian, Ab excessu divi Marci 8.7.7-8
Not analysed yet
τοιαῦτά τινα εἰπὼν ὁ Μάξιμος, νομάς τε χρημάτων μεγαλοφρόνως αὐτοῖς ἐπαγγείλας, ὀλίγων ἡμερῶν διατρίψας ἐν τῇ Ἀκυληίᾳ τὴν ἐς Ῥώμην ἐπάνοδον συγκροτεῖ. καὶ τὸ μὲν ἄλλο στρατιωτικὸν ἀπέπεμψεν ἔς τε τὰ ἔθνη καὶ τὰ οἰκεῖα στρατόπεδα, αὐτὸς δὲ ἐπανῆλθεν ἐς τὴν Ῥώμην σύν τε τοῖς δορυφόροις, οἳ τὴν βασίλειον φρουροῦσιν αὐλήν, σύν τε τοῖς ὑπὸ Βαλβίνῳ στρατευομένοις. ἐπανῆλθον δὲ καὶ οἱ ἀπὸ Γερμανίας ἐληλυθότες σύμμαχοι: ἐθάρσει γὰρ αὐτῶν τῇ εὐνοίᾳ ἅτε καὶ τοῦ ἔθνους ἐπιεικῶς πρότερον ἄρξας, ὅτε ἰδιώτευεν. εἰσιόντι δὲ αὐτῷ ἐς τὴν Ῥώμην ὅ τε Βαλβῖνος ὑπήντετο, ἐπαγόμενος Γορδιανὸν Καίσαρα, ἥ τε σύγκλητος καὶ ὁ δῆμος εὐφημοῦντες ὥσπερ θριαμβεύοντας ὑπεδέχοντο.