Ancient Greek · ~2 min
Book 8, Chapter 8
Herodian, Ab excessu divi Marci 8.8.5
Not analysed yet
ὅπερ αὐτοῖς καὶ μάλιστα γέγονεν ἀπωλείας αἴτιον. ὡς γὰρ ἐπύθετο ὁ Μάξιμος ἀφικνεῖσθαι ἐπ’ ὀλέθρῳ αὐτῶν τοὺς πραιτωριανοὺς καλουμένους, ἐβούλετο μεταπέμψασθαι τοὺς Γερμανοὺς συμμάχους, ὄντας ἐν Ῥώμῃ, αὐτάρκεις ἐσομένους ἀντιστῆναι τοῖς ἐπιβουλεύουσιν. ὁ δὲ Βαλβῖνος οἰόμενος δόλον τινὰ εἶναι καθ̓ αὑτοῦ καὶ σόφισμα ʽᾔδει γὰρ τοὺς Γερμανοὺς τῷ Μαξίμῳ εὐνοοῦντασ̓ ἐκώλυε, φάσκων οὐκ ἐς κωλύμην οὐδ̓ ἐς ἀντίστασιν αὐτοὺς τῶν πραιτωριανῶν ἀφίξεσθαι, ἀλλ̓ ἐς τὸ περιποιῆσαι τῷ Μαξίμῳ τὴν