# Fragmenta 1

Herodorus Heracleensis, Fragmenta, Dfhg-Source dfhg2_HERODORUS_HERACLEENSIS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodorus-heracleensis/fragmenta/1

Ἡ Τάφος νῆσος ἐστὶ μία τῶν Ἐχινάδων, ἣν ᾤκησαν Τηλεβόαι, οἱ πρότεροι τὴν Ἀκαρνίαν οἰκοῦντες, ἄνδρες λῃστρικώτατοι τὸν τρόπον. Καὶ εἰς Ἄργος ἐπελθόντες τὰς τοῦ Ἠλεκτρύωνος βόας ἀπήλασαν τοῦ πατρὸς Ἀλκμήνης. Γενομένης δὲ μάχης, καὶ ὁ Ἠλεκτρύων καὶ οἱ τούτου παῖδες ὰνηρέθησαν. Διὸ Ἀλκμήνη μετέστη, καὶ ἀνεκήρυξεν τὸν ἑαυτῆς γάμον τῷ τιμωρησομένῳ τὸν πατρῷον φόνον. Τιμωρησάμενος δὲ Ἀμφιτρύων ἔγημεν. [Ἡ ἱστορία σαφῶς παρ ̓ Ἡσιόδῳ. Περὶ δὲ τῆς μάχης] Ἡρόδωρος Ἱστορεῖ, ὅτι Περσέως καὶ Ἀνδρομέδας τέσσαρες παῖδες ἐγένοντο, Ἀλκαῖος, Σθένελος, Μήστωρ, Ἠλεκτρύων, καὶ κοινὴν ἔσχον τὴν βασιλείαν μετὰ τὸν Περσέως θάνατον. Μήστορος δὲ θυγάτηρ Ἱπποθόη, ἧς καὶ Ποσειδῶνος Πτερέλας· τοῦ δὲ, Τηλεβόας καὶ Τάφος. [Ὡς δέ τινες, Πτερέλα τοῦ Τηλεβόου ἐγένοντο παῖδες οἱ καλούμενοι Τηλεβόαι.] Ἐλθόντες δὲ ἀπῄτουν Ἠλεκτρύωνα τὰ τῆς μάμμης ἑαυτῶν [τῆς μητρὸς] Ἱπποθόης. Ἀντιστάντες δὲ αὐτοῖς οἱ Ἠλεκτρυωνίδαι ἀνηρέθησαν ὑπ ̓ αὐτῶν, Πτερέλα παῖδες Τηλεβόας καὶ Τάφος· ἀφ ̓ ὧν ἡ νῆσος. Τηλεβόαι οὖν οἱ Τάφιοι, ἤτοι ὅτι τῆλε οἰκοῦντες ἀπὸ Ἄργους τὰς βοῦς ἀπήλασαν, ἢ ἀπὸ Τηλεβόου τοῦ Πτερέλα τοῦ βασιλέως υἱοῦ, οὗ ἀδελφὸς Τάφιος· ἀφ ̓ οὗ καὶ ἡ νῆσος.

---

HERODORUS HERACLEENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1427.tlg003.local002/.
