# Fragmenta 24-28

Herodorus Heracleensis, Fragmenta, 24 to 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodorus-heracleensis/fragmenta/24

Ἡρόδωρος δὲ τὸν Ἡρακλέα μάντιν καὶ φυσικὸν γενόμενον ἱστορεῖ παρὰ Ἄτλαντος τοῦ βαρβάρου τοῦ Φρυγὸς διαδέχεσθαι τοὺς τοῦ κόσμου κίονας, αἰνιττομένου τοῦ μύθου τὴν τῶν οὐρανίων ἐπιστήμην μαθήσει διαδέχεσθαι. Ἄκρα κατὰ τὴν Ἡράκλειαν, ἣν Ἀχερούσιον καλοῦσιν οἱ ἐπιχώριοι. Ἡρόδωρος δὲ καὶ Εὐφορίων ἐν τῷ Ξενίῳ ἐκείνῃ φασὶ τὸν Κέρβερον ἀνῆχθαι ὑπὸ τοῦ Ἡρακλέους, καὶ ἐμέσαι χολήν· ἐξ ἧς φυῆναι τὸ καλούμενον ἀκόνιτον φάρμακον. Ανδρων δὲ etc, (v. fr. Andronis). Πραθεὶς Ὀμφάλῃ ἐνιαυτὸν ἐξέπλησεν] Ὁ δὲ Ἡρόδωρος (libri Ἡρόδοτος) τρία ἔτη λέγει (τὸν ἐνιαυτόν addit cod. R.). Ἡρόδωρος δὲ αὐτὸν (Ἡρακλέα) οὐδὲ τὴν ἀρχήν φησι πλεῦσαι τότε (sc. Μετὰ τῶν Ἀργοναυτῶν), ἀλλὰ παρ ̓ Ὀμφάλῃ δουλεύειν. Καθ ̓ ὃν δὲ χρόνον ἐλάτρευε παρ ̓ Ὀμφάλῃ, λέγεται τὸν ἐπὶ Κόλχους πλοῦν γενέσθαι καὶ τὴν τοῦ Καλυδωνίου κάπρου θήραν, καὶ Θησέα παραγενόμενον ἐκ Τροιζῆνος εἰς Ἰσθμὸν καθᾶραι. Οὐκ εὖ δὲ Νεοκλῆς ὁ Κροτωνιάτης ἔφη, ἀπὸ τῆς σελήνης πεσεῖν τὸ ᾠὸν, ἐξ οὗ τὴν Ἑλένην γεννηθῆναι· τὰς γὰρ σεληνίτιδας γυναῖκας ᾠοτοκεῖν, καὶ τοὺς τοὺς ἐκεῖ γεννωμένους πεντεκαιδεκαπλασίονας ἡμῶν εἶναι, ὡς Ἡρόδωρος ὁ Ἡρακλεώτης ἱστορεῖ. Ἴβυκος δὲ ἐν πέμπτῳ μελῶν περὶ Μολιονιδῶν φησι· Τούς τε λευκίππους κούρους τέκνα Μολιόνας κτάνον ἅλικας, ἰσοκεφάλους, ἑναγυίους. Ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ ἀργυρέῳ.

---

HERODORUS HERACLEENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1427.tlg003.local002/.
