# Fragmenta 29

Herodorus Heracleensis, Fragmenta, Dfhg-Source dfhg2_HERODORUS_HERACLEENSIS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodorus-heracleensis/fragmenta/29

Βωμοὺς ἕξ.] Ἡρόδωρός φησι τὸν Ἡρακλέα ἐν Ὀλυμπίᾳ ἱδρύσασθαι δώδεκα θεῶν ἀγάλματα, συμβώμους δὲ αὐτοὺς ποιῆσαι ἓξ βωμοὺς κατασκευάσαντα. Ἄλλως· Ὀλυμπίασι βωμοί εἰσιν ἓξ δίδυμοι τοῖς δώδεκα θεοῖς ἀνιδρυμένοι, ἑνὸς ἑκάστου βωμοῦ δύο θεοῖς καθωσιωμένου· πρῶτος Διὸς καὶ Ποσειδῶνος, δεύτερος Ἤρας καὶ Ἀθηνᾶς, τρίτος Ἑρμοῦ καὶ Ἀπόλλωνος, τέταρτος Χαρίτων καὶ Διονύσου, πέμπτος Ἀρτέμιδος καὶ Ἀλφειοῦ, ἕκτος Κρόνου καὶ Ῥέας, ὥς φησιν Ἡρόδωρος. Ἱστορεῖ περὶ τῶν ἓξ βωμῶν Ἡρόδωρος γραμματικός· Ἐλθὼν δὲ εἰς τὴν Ἦλιν τὸ ἐν Ὀλυμπίᾳ ἱερὸν ἱδρύσατο Διὸς Ὀλυμπίου, καὶ Ὀλυμπίαν τοῦ θεοῦ ὁμώνυμον τὴν χώραν ἔθετο· ἔθυσε δὲ αὐτῷ αὐτόθι. Καὶ ἄλλοις θεοῖς βωμοὺς ἓξ τῷ ἀριθμῷ, συμβώμων τῶν ιβʹ θεῶν, καὶ πρῶτον μὲν τοῦ Διὸς τοῦ Ὀλυμπίου, ᾧ σύμβωμον ἐποίησε τὸν Ποσειδῶνα· βʹ Ἥρας καὶ Ἀθηνᾶς, γʹ Ἑρμοῦ καὶ Ἀπόλλωνος, δʹ Χαρίτων καὶ Διονύσου, εʹ Ἀρτέμιδος καὶ Ἀλφειοῦ, (??) Κρόνου καὶ Ῥέας.

---

HERODORUS HERACLEENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1427.tlg003.local002/.
