# Fragmenta 55-62

Herodorus Heracleensis, Fragmenta, 55 to 62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/herodorus-heracleensis/fragmenta/55

Ἡρόδωρος (ἐν τοῖς Ἀργοναύταις) φησὶ διὰ τῆς αὐτῆς θαλάσσης ἐπανελθεῖν, δι ̓ ἧς καὶ ἐπορεύθησαν εἰς Κόλχους. Περὶ τοῦ ἐν Μαριανδυνοῖς γενομένου θανάτου τοῦ Ἴδμονος καὶ Ἡρόδωρος Ἱστορεῖ ἐν τοῖς περὶ Ἡρακλείας, ὡς Προμαθίδας (vg. Προμηθίδας) εἶπε, καὶ Νύμφις ἐν τῷ (malim τοῖς, ut in cod. Paris.) Ἡρακλείας, ὡς Ἴδμων ὑπὸ συὸς ἐπλήγη. Περὶ δὲ τὸν ἀγριέλαιον τὸν ἐπιπεφυκότα τῷ Ἴδμονος τάφῳ ἐθέσπισεν ὁ θεὸς τοῖς Μεγαρεῦσι καὶ Βοιωτοῖς τὴν πόλιν κτίσαι· λέγει δὲ τὴν Ἡράκλειαν· ἐν γὰρ τῇ ἀγορᾷ τῶν Ἡρακλεωτῶν ὑπάρχει ὁ τάφος (ὥς φησιν Ἡρόδωρος), ἐφ ̓ οὗ ἐστιν ὁ ἀγριέλαιος. Ὅτι ἐν τῇ Ἡρακλείᾳ τέθνηκεν καὶ ὁ Τῖφυσ, εἶπε Νύμφις. Ἡρόδωρος δέ φησιν ὅτι οὐκ ἀπιόντων εἰς Κόλχους τέθνηκεν ὁ Τῖφυς, ἀλλ ̓ ὑποστρεφόντων. Ἡρόδωρος Ἐργῖνον φησὶ κυβερνῆσαι τὴν ἀργὼ μετὰ τὸν θάνατον Τίφυος. Λυσανίας φησὶν ὁ Κυρηναῖος Ἡρόδωρον εἰρηκέναι· «Ἐπεὶ δὲ θύσαντες πρὸς δεῖπνον καὶ κρατῆρας καὶ εὐχὰς καὶ παιᾶνας ἐτράποντο.» Τὴν Ἀτρέως δὲ χρυσῆν ἄρνα, περὶ ἣν γεγόνασιν ἡλίου τε ἐκλείψεις καὶ βασιλέων μεταβολαὶ, ἔτι τε τῆς τραγῳδίας ἡ πολλὴ, φιάλην ἀργυρᾶν φησι γεγονέναι Ἡρόδωρος ὁ Ἡρακλεώτης, ἔχουσαν ἐν μέσῳ ἄρνα χρυσῆν. Φερεκύδης (fr. 96) δὲ Λαοδάμειαν λέγων αὐτὴν (nutricem Orestis). Τὸν ταύτης φησὶ παῖδα ἀνῃρῆσθαι ὑπὶ Αἰγίσθου νομιζόμενον Ὀρέστην εἶναι· τὸν δὲ Ὀρέστην ἐκκλαπέντα εἶναι τριῶν ἐτῶν, ὡς Ἡρόδωρος ἐν Πελοπείᾳ (Ἡρόδοτος ἐν Πέλοπι cod. Goetting.).

---

HERODORUS HERACLEENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1427.tlg003.local002/.
