Ancient Greek · ~2 min
Book 1, Chapter 42
Herodotus, Histories 1.42
Not analysed yet
ἀμείβεται ὁ Ἄδρηστος ὦ βασιλεῦ, ἄλλως μὲν ἔγωγε ἂν οὐκ ἤια ἐς ἄεθλον τοιόνδε· οὔτε γὰρ συμφορῇ τοιῇδε κεχρημένον οἰκός ἐστι ἐς ὁμήλικας εὖ πρήσσοντας ἰέναι, οὔτε τὸ βούλεσθαι πάρα, πολλαχῇ τε ἂν ἶσχον ἐμεωυτόν. νῦν δέ, ἐπείτε σὺ σπεύδεις καὶ δεῖ τοί χαρίζεσθαι, ὀφείλω γάρ σε ἀμείβεσθαι χρηστοῖσἰ, ποιέειν εἰμὶ ἕτοιμος ταῦτα, παῖδα τε σόν, τὸν διακελεύεαι φυλάσσειν, ἀπήμονα τοῦ φυλάσσοντος εἵνεκεν προσδόκα τοι ἀπονοστήσειν.