Ancient Greek · ~2 min
Book 2, Chapter 164
Herodotus, Histories 2.164
Not analysed yet
ἔστι δὲ Αἰγυπτίων ἑπτὰ γένεα, καὶ τούτων οἳ μὲν ἱρέες οἳ δὲ μάχιμοι κεκλέαται, οἳ δὲ βουκόλοι οἳ δὲ συβῶται, οἳ δὲ κάπηλοι, οἳ δὲ ἑρμηνέες, οἳ δὲ κυβερνήται. γένεα μὲν Αἰγυπτίων τοσαῦτα ἐστί, οὐνόματα δέ σφι κέεται ἀπὸ τῶν τεχνέων. οἱ δὲ μάχιμοι αὐτῶν καλέονται μὲν Καλασίριές τε καὶ Ἑρμοτύβιες, ἐκ νομῶν δὲ τῶνδε εἰσί· κατὰ γὰρ δὴ νομοὺς Αἴγυπτος ἅπασα διαραίρηται.