Ancient Greek · ~2 min
Book 2, Chapter 8
Herodotus, Histories 2.8.3
Not analysed yet
τὸ ὦν δὴ ἀπὸ Ἡλίου πόλιος οὐκέτι πολλὸν χωρίον ὡς εἶναι Αἰγύπτου, ἀλλʼ ὅσον τε ἡμερέων τεσσέρων καὶ δέκα ἀναπλόου ἐστὶ στεινὴ Αἴγυπτος, ἐοῦσα τῶν ὀρέων τῶν εἰρημένων τὸ μεταξὺ πεδιὰς μὲν γῆ, στάδιοι δὲ μάλιστα ἐδόκεόν μοι εἶναι, τῇ στεινότατον ἐστί, διηκοσίων οὐ πλέους ἐκ τοῦ Ἀραβίου ὄρεος ἐς τὸ Λιβυκὸν καλεόμενον. τὸ δʼ ἐνθεῦτεν αὖτις εὐρέα Αἴγυπτος ἐστί. πέφυκε μέν νυν ἡ χώρη αὕτη οὕτω.