Ancient Greek · ~2 min
3.36.1 to 3.36.2
Herodotus, Histories 3.36.1-2
Not analysed yet
ταῦτα δέ μιν ποιεῦντα ἐδικαίωσε Κροῖσος ὁ Λυδὸς νουθετῆσαι τοῖσιδε τοῖσι ἔπεσι. ὦ βασιλεῦ, μὴ πάντα ἡλικίῃ καὶ θυμῷ ἐπίτραπε, ἀλλʼ ἴσχε καὶ καταλάμβανε σεωυτόν· ἀγαθόν τι πρόνοον εἶναι, σοφὸν δὲ ἡ προμηθίη. σὺ δὲ κτείνεις μὲν ἄνδρας σεωυτοῦ πολιήτας ἐπʼ οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλών, κτείνεις δὲ παῖδας. ἢν δὲ πολλὰ τοιαῦτα ποιέῃς, ὅρα ὅκως μή σευ ἀποστήσονται Πέρσαι. ἐμοὶ δὲ πατὴρ σὸς Κῦρος ἐνετέλλετο πολλὰ κελεύων σε νουθετέειν καὶ ὑποτίθεσθαι ὅ τι ἂν εὑρίσκω ἀγαθόν. ὃ μὲν δὴ εὐνοίην φαίνων συνεβούλευέ οἱ ταῦτα· ὃ δʼ ἀμείβετο τοῖσιδε.