Ancient Greek · ~1 min
Book 4, Chapter 102
Herodotus, Histories 4.102
Not analysed yet
οἱ δὲ Σκύθαι δόντες σφίσι λόγον ὡς οὐκ οἷοί τε εἰσὶ τὸν Δαρείου στρατὸν ἰθυμαχίῃ διώσασθαι μοῦνοι, ἔπεμπον ἐς τοὺς πλησιοχώρους ἀγγέλους· τῶν δὲ καὶ δὴ οἱ βασιλέες συνελθόντες ἐβουλεύοντο ὡς στρατοῦ ἐπελαύνοντος μεγάλου. ἦσαν δὲ οἱ συνελθόντες βασιλέες Ταύρων καὶ Ἀγαθύρσων καὶ Νευρῶν καὶ Ἀνδροφάγων καὶ Μελαγχλαίνων καὶ Γελωνῶν καὶ Βουδίνων καὶ Σαυροματέων.